Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.36 Dem. 27.40 (English) >>Dem. 27.43

27.38νῦν δὲ τί ποιοῦσιν; ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντʼ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. ταῦτʼ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία; ταῦτʼ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας; τί οὖν ποτʼ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα; 27.39οὗτος τοίνυν τὸ καθʼ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμʼ ἕκαστος τοῦθʼ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

27.40νομίζω τοίνυν, ἄνδρες δικασταί, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δʼ ἀκριβέστερον ἔγνωτʼ ἄν, εἴ μοι τὰς διαθήκας, ἃς πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν. ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν μήτηρ, κατέλιπεν πατὴρ πάντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι. 27.41νῦν δʼ ἀπαιτοῦντος ἐμοῦ καταλειφθῆναι μὲν ὁμολογοῦσιν, αὐτὰς δʼ οὐκ ἀποφαίνουσι. ταῦτα δὲ ποιοῦσι τό τε πλῆθος οὐ βουλόμενοι καταφανὲς ποιῆσαι τῆς οὐσίας τὸ καταλειφθέν, διηρπάκασιν οὗτοι, τάς τε δωρεὰς ἵνα μὴ δοκῶσιν ἔχειν, ὥσπερ οὐκ ἐξ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθησόμενοι ῥᾳδίως. λαβὲ δʼ αὐτοῖς τὰς μαρτυρίας ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.36 Dem. 27.40 (English) >>Dem. 27.43

Powered by PhiloLogic